Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.71 Dem. 25.74 (English) >>Dem. 25.77

25.73φέρε δὴ πρὸς θεῶν κἀκεῖνο σκέψασθε. ἂν ἕλῃ τὸν Ἀρίστωνα τῆς βουλεύσεως, τί ἔσται; ἐξαλειφθήσεται νὴ Δία, δʼ ἀντεγγραφήσεται· ταῦτα γὰρ οἱ νόμοι λέγουσιν. καλῶς. πότερον οὖν ἀπὸ ταύτης τῆς ἡμέρας ὁδὶ μὲν ὀφειλήσει τῷ δημοσίῳ, ἐξαλειφθείς, ἐκεῖνος δʼ ἐπίτιμος ἔσται, ἐγγραφείς; ἐκ γὰρ ὧν νῦν ὅδʼ ἀξιοῖ, ταῦτα συμβαίνει· εἰ γὰρ ὅτʼ ἐγγέγραπται μὴ ὀφείλει, ἐπειδὰν ἐξαλειφθῇ, ὀφειλήσει δηλονότι. ἀλλʼ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν, ἀλλʼ ὅταν ἐξαλειφθῇ, τότʼ οὐκ ὀφειλήσει· οὐκοῦν νῦν ὀφείλει. 25.74τί δʼ; ἂν αὐτὸν ἀποφύγῃ, παρὰ τοῦ κομιεῖται ταῦθʼ πόλις νῦν οὐκ ἐξὸν οὗτος ποιεῖ; πόθεν δέ, οἷς οὗτος θανάτου τιμᾶται καὶ δεσμοῦ περιιὼν ἐν τῷ δικαστηρίῳ, οἱ μὲν τὰς ψυχάς, οἱ δὲ τὸ μὴ δεινὰ πεπονθέναι κομιοῦνται; γὰρ οὐδὲ τῶν ἴσων οὐδὲ τῶν ἐγκυκλίων δικαίων μετουσίαν διδόασιν οἱ νόμοι, οὗτος τῶν ἀνηκέστων ἑτέροις αἴτιος γίγνεται, οὐκ ὀρθῶς οὐδὲ πολιτικῶς οὐδʼ ὡς συμφέρει γιγνομένων τούτων. 25.75ἀλλʼ ἔγωγε ταῦθʼ ὁρῶν θαυμάζω, τὸ τἄνω κάτω γεγενῆσθαι τί ποτʼ οἴεσθʼ εἶναι. ἐὰν γῆ μὲν ἄνω, τὰ δʼ ἄστρα κάτω γένηται; οὐκ ἔστι τοῦτο γενέσθαι, μηδὲ γένοιτο. ἀλλʼ ὅταν, οἷς ἐκ τῶν νόμων μὴ ἔξεστιν, ἐκ τῶν ὑμετέρων βουλήσεων ἐξῇ, ὅταν μὲν πονηρία τιμᾶται, τὰ χρηστὰ δʼ ἀπορρίπτηται, ὅταν τὸ δίκαιον καὶ τὸ συμφέρον ἡττᾶται τοῦ φθόνου, τότʼ ἄνω κάτω πάντα χρὴ νομίζειν τετράφθαι.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 25.71 Dem. 25.74 (English) >>Dem. 25.77

Powered by PhiloLogic